Ancient Greek · ~7 min
12.1 to 12.7
Xenophon, Περὶ ἱππικῆς 12.1-7
Not analysed yet
γράψαι δὲ βουλόμεθα καὶ ὡς δεῖ ὡπλίσθαι τὸν μέλλοντα ἐφʼ ἵππου κινδυνεύειν. πρῶτον μὲν τοίνυν φαμὲν χρῆναι πρὸς τὸ σῶμα τὸν θώρακα πεποιῆσθαι. τὸν μὲν γὰρ καλῶς ἁρμόττοντα φέρει τὸ σῶμα, τὸν δὲ ἄγαν χαλαρὸν οἱ ὦμοι μόνοι φέρουσιν. ὅ γε μὴν λίαν στενὸς δεσμός, οὐχ ὅπλον ἐστίν. ἐπεὶ δὲ καὶ ὁ αὐχήν ἐστι τῶν καιρίων, φαμὲν χρῆναι καὶ τούτῳ ἐξ αὐτοῦ τοῦ θώρακος ὅμοιον τῷ αὐχένι στέγασμα πεποιῆσθαι. τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἷον δεῖ εἰργασμένον ᾖ, δέξεται ὅταν βούληται τῷ ἀναβάτῃ τὸ πρόσωπον μέχρι τῆς ῥινός. κράνος γε μὴν κράτιστον εἶναι νομίζομεν τὸ βοιωτιουργές· τοῦτο γὰρ αὖ στεγάζει μάλιστα πάντα τὰ ὑπερέχοντα τοῦ θώρακος, ὁρᾶν δὲ οὐ κωλύει. ὁ δʼ αὖ θώραξ οὕτως εἰργάσθω ὡς μὴ κωλύειν μήτε καθίζειν μήτʼ ἐπικύπτειν. τὰ δὲ περὶ τὸ ἦτρον καὶ τὰ αἰδοῖα κύκλῳ αἱ πτέρυγες τοσαῦται καὶ τοιαῦται ἔστωσαν ὥστε στέγειν τὰ βέλη. ἐπεὶ δὲ καὶ ἡ ἀριστερὰ χεὶρ ἤν τι πάθῃ, καταλύει τὸν ἱππέα, καὶ ταύτῃ ἐπαινοῦμεν τὸ ηὑρημένον ὅπλον τὴν χεῖρα καλουμένην. τόν τε γὰρ ὦμον σκεπάζει καὶ τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ τὸ ἐχόμενον τῶν ἡνιῶν, καὶ ἐκτείνεται δὲ καὶ συγκάμπτεται· πρὸς δὲ τούτοις καὶ τὸ διαλεῖπον τοῦ θώρακος ὑπὸ τῇ μασχάλῃ καλύπτει. τήν γε μὴν δεξιὰν ἐπαίρειν δεῖ, ἤν τε ἀκοντίσαι ἤν τε πατάξαι βουληθῇ. τοῦ μὲν δὴ θώρακος τὸ κωλῦον ταύτῃ ἀφαιρετέον· ἀντὶ δὲ τούτου πτέρυγας ἐν τοῖς γιγγλύμοις προσθετέον ὅπως, ὅταν μὲν διαίρηται, ὁμοίως ἀναπτύσσωνται, ὅταν δὲ καταίρηται, ἐπικλείωνται. τῷ γε μὴν βραχίονι τὸ ὥσπερ κνημὶς παρατιθέμενον βέλτιον ἡμῖν δοκεῖ εἶναι ἢ συνδεθὲν τῷ ὅπλῳ. τό γε μὴν ψιλούμενον αἰρομένης τῆς δεξιᾶς στεγαστέον ἐγγὺς τοῦ θώρακος ἢ μοσχείῳ ἢ χαλκείῳ· εἰ δὲ μή, ἐν τῷ ἐπικαιροτάτῳ ἀφύλακτον ἔσται.