Ancient Greek · ~2 min
Chapter 2
Xenophon, Περὶ ἱππικῆς 2.1
Not analysed yet
ὅπως γε μὴν δεῖ πωλεύειν οὐ δοκεῖ ἡμῖν γραπτέον εἶναι· τάττονται μὲν γὰρ δὴ ἐν ταῖς πόλεσιν ἱππεύειν οἱ τοῖς χρήμασί τε ἱκανώτατοι καὶ τῆς πόλεως οὐκ ἐλάχιστον μετέχοντες· πολὺ δὲ κρεῖττον τοῦ πωλοδαμνεῖν τῷ μὲν νέῳ εὐεξίας τε ἐπιμελεῖσθαι τῆς ἑαυτοῦ καὶ ἱππικὴν ἐπισταμένῳ ἤδη ἱππάζεσθαι μελετᾶν, τῷ δὲ πρεσβυτέρῳ τοῦ τε οἴκου καὶ τῶν φίλων καὶ τῶν πολιτικῶν καὶ τῶν πολεμικῶν μᾶλλον ἢ ἀμφὶ πώλευσιν διατρίβειν.