# Περὶ ἱππικῆς 2.4-5

Xenophon, Περὶ ἱππικῆς, 2.4 to 2.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon/text-5/2.4

καὶ ἅπτεσθαι δὲ χρὴ ὧν ψηλαφωμένων ὁ ἵππος μάλιστα ἥδεται. ταῦτα δʼ ἐστὶ τά τε λασιώτατα καὶ οἷς αὐτὸς ἥκιστʼ ἂν δύναιτο ὁ ἵππος, ἤν τι λυπῇ αὐτόν, ἐπικουρεῖν. προστετάχθω δὲ τῷ ἱπποκόμῳ καὶ τὸ διʼ ὄχλου διάγειν καὶ παντοδαπαῖς μὲν ὄψεσι παντοδαποῖς δὲ ψόφοις πλησιάζειν. τούτων δέ, ὅσα ἂν ὁ πῶλος φοβῆται, οὐ χαλεπαίνοντα δεῖ ἀλλὰ πραΰνοντα διδάσκειν ὅτι οὐ δεινά ἐστι. καὶ περὶ μὲν πωλείας ἀρκεῖν μοι δοκεῖ τῷ ἰδιώτῃ εἰπεῖν τοσαῦτα πράττειν.

---

Xenophon, Περὶ ἱππικῆς, ed. Edgar Carew Marchant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0032.tlg013.local001/.
