Ancient Greek · ~2 min
Chapter 4
Xenophon, Περὶ ἱππικῆς 4.2
Not analysed yet
ἔστι δὲ οὐ μόνον τοῦ μὴ κλέπτεσθαι ἕνεκα τὸν σῖτον ἀγαθὸς ὁ ἐχυρὸς ἱππών, ἀλλʼ ὅτι καὶ ὅταν ἐκκομίζῃ τὸν σῖτον ὁ ἵππος φανερὸν γίγνεται. τούτου δʼ ἄν τις αἰσθανόμενος γιγνώσκοι ὅτι ἢ τὸ σῶμα ὑπεραιμοῦν δεῖται θεραπείας ἢ κόπου ἐνόντος δεῖται ἀναπαύσεως, ἢ κριθίασις ἢ ἄλλη τις ἀρρωστία ὑποδύεται. ἔστι δὲ ὥσπερ ἀνθρώπῳ, οὕτω καὶ ἵππῳ ἀρχόμενα πάντα εὐιατότερα ἢ ἐπειδὰν ἐνσκιρωθῇ τε καὶ ἐξαμαρτηθῇ τὰ νοσήματα.