Ancient Greek · ~2 min
Chapter 11
Xenophon, Λακεδαιμονίων Πολιτεία 11.10
Not analysed yet
ἢν δʼ αὖ ἐκ τῶν δεξιῶν πολεμίων τάξις ἐπιφαίνηται ἐπὶ κέρως πορευομένων, οὐδὲν ἄλλο πραγματεύονται ἢ τὸν λόχον ἕκαστον ὥσπερ τριήρη ἀντίπρῳρον τοῖς ἐναντίοις στρέφουσι, καὶ οὕτως αὖ γίγνεται ὁ κατʼ οὐρὰν λόχος παρὰ δόρυ. ἤν γε μὴν κατὰ τὰ εὐώνυμα πολέμιοι προσίωσιν, οὐδὲ τοῦτʼ ἐῶσιν, ἀλλὰ προθέουσιν ἢ ἀντιπάλους τοὺς λόχους στρέφουσι· καὶ οὕτως αὖ ὁ κατʼ οὐρὰν λόχος παρʼ ἀσπίδα καθίσταται.