Ancient Greek · ~1 min
Chapter 5
Xenophon, Λακεδαιμονίων Πολιτεία 5.9
Not analysed yet
καὶ ἐμοὶ μὲν οὐδʼ ἐν τούτῳ σφαλῆναι δοκεῖ. οὐκ ἂν οὖν ῥᾳδίως γέ τις εὕροι Σπαρτιατῶν οὔτε ὑγιεινοτέρους οὔτε τοῖς σώμασι χρησιμωτέρους· ὁμοίως γὰρ ἀπό τε τῶν σκελῶν καὶ ἀπὸ χειρῶν καὶ ἀπὸ τραχήλου γυμνάζονται.