Ancient Greek · ~1 min
Chapter 5
Xenophon, Πόροι ἢ περὶ προσόδων 5.13
Not analysed yet
εἰ δέ τίς με ἐπερωτῴη· ἦ καί, ἄν τις ἀδικῇ τὴν πόλιν, λέγεις ὡς χρὴ καὶ πρὸς τοῦτον εἰρήνην ἄγειν; οὐκ ἂν φαίην· ἀλλὰ μᾶλλον λέγω ὅτι πολὺ θᾶττον ἂν τιμωροίμεθα αὐτούς, εἰ μηδένα ὑπάρχοιμεν ἀδικοῦντες· οὐδένα γὰρ ἂν ἔχοιεν σύμμαχον.