Ancient Greek · ~1 min
Ἑλληνικῶν Ζ, Chapter 2
Xenophon, Ἑλληνικά 2.3-5
Not analysed yet
οὐ γάρ πω τότε ἀφέστασαν—ἀλλʼ οὐδʼ ἐπεὶ ὁ ξεναγὸς τοὺς προδιαβεβῶτας λαβὼν ἀπολιπὼν αὐτοὺς ᾤχετο, οὐδʼ ὣς ἀπεστράφησαν, ἀλλʼ ἡγεμόνα μισθωσάμενοι ἐκ Πρασιῶν, ὄντων τῶν πολεμίων περὶ Ἀμύκλας, ὅπως ἐδύναντο διαδύντες εἰς Σπάρτην ἀφίκοντο. καὶ μὴν οἱ Λακεδαιμόνιοι ἄλλως τε ἐτίμων αὐτοὺς καὶ βοῦν ξένια ἔπεμψαν.