Ancient Greek
Ἑλληνικῶν Ε, Chapter 3
Xenophon, Ἑλληνικά 3.21-2
Not analysed yet
ὁ δʼ Ἀγησίλαος ἤδη μὲν ὑπερέβαλε τὸν χρόνον, ὅσου ἐλέγετο ἐν Φλειοῦντι σῖτος εἶναι· τοσοῦτον γὰρ ἐγκράτεια γαστρὸς διαφέρει ὥστε οἱ Φλειάσιοι τὸν ἥμισυν ψηφισάμενοι σῖτον τελεῖν ἢ πρόσθεν, καὶ ποιοῦντες τοῦτο τὸν διπλάσιον τοῦ εἰκότος χρόνον πολιορκούμενοι διήρκεσαν.