Ancient Greek · ~2 min
Ἑλληνικῶν [στιγμα], Chapter 3
Xenophon, Ἑλληνικά 3.3-4
Not analysed yet
καὶ Καλλίστρατος δὲ ὁ δημηγόρος παρῆν· ὑποσχόμενος γὰρ Ἰφικράτει, εἰ αὐτὸν ἀφείη, ἢ χρήματα πέμψειν τῷ ναυτικῷ ἢ εἰρήνην ποιήσειν, οὕτως Ἀθήνησί τε ἦν καὶ ἔπραττε περὶ εἰρήνης· ἐπεὶ δὲ κατέστησαν ἐπὶ τοὺς ἐκκλήτους τε τῶν Λακεδαιμονίων καὶ τοὺς συμμάχους, πρῶτος ἔλεξεν αὐτῶν Καλλίας ὁ δᾳδοῦχος. ἦν δʼ οὗτος οἷος μηδὲν ἧττον ἥδεσθαι ὑφʼ αὑτοῦ ἢ ὑπʼ ἄλλων ἐπαινούμενος· καὶ τότε δὴ ἤρξατο ὧδέ πως.