Ancient Greek · ~2 min
Ἑλληνικῶν Γ, Chapter 3
Xenophon, Ἑλληνικά 3.7
Not analysed yet
πάλιν οὖν ἐρωτώντων· ὅπλα δὲ πόθεν ἔφασαν λήψεσθαι; τὸν δʼ εἰπεῖν ὅτι οἱ μὲν δήπου συντεταγμένοι ἡμῶν αὐτοὶ ὅπλα κεκτήμεθα, τῷ δʼ ὄχλῳ, ἀγαγόντα εἰς τὸν σίδηρον ἐπιδεῖξαι αὐτὸν ἔφη πολλὰς μὲν μαχαίρας, πολλὰ δὲ ξίφη, πολλοὺς δὲ ὀβελίσκους, πολλοὺς δὲ πελέκεις καὶ ἀξίνας, πολλὰ δὲ δρέπανα. λέγειν δʼ αὐτὸν ἔφη ὅτι καὶ ταῦτα ὅπλα πάντʼ εἴη ὁπόσοις ἄνθρωποι καὶ γῆν καὶ ξύλα καὶ λίθους ἐργάζονται, καὶ τῶν ἄλλων δὲ τεχνῶν τὰς πλείστας τὰ ὄργανα ὅπλα ἔχειν ἀρκοῦντα, ἄλλως τε καὶ πρὸς ἀόπλους. πάλιν αὖ ἐρωτώμενος ἐν τίνι χρόνῳ μέλλοι ταῦτα πράττεσθαι, εἶπεν ὅτι ἐπιδημεῖν οἱ παρηγγελμένον εἴη.