Ancient Greek · ~1 min
Ἑλληνικῶν Β, Chapter 4
Xenophon, Ἑλληνικά 4.32
Not analysed yet
ἐπεὶ δὲ ἀπιόντος αὐτοῦ προσέθεόν τινες καὶ πράγματα αὐτῷ παρεῖχον, ἀχθεσθεὶς παρήγγειλε τοὺς μὲν ἱππέας ἐλᾶν εἰς αὐτοὺς ἐνέντας, καὶ τὰ δέκα ἀφʼ ἥβης συνέπεσθαι· σὺν δὲ τοῖς ἄλλοις αὐτὸς ἐπηκολούθει. καὶ ἀπέκτειναν μὲν ἐγγὺς τριάκοντα τῶν ψιλῶν, τοὺς δʼ ἄλλους κατεδίωξαν πρὸς τὸ Πειραιοῖ θέατρον.