# Testimonia Et Fragmenta 105.4-106.16

Zeno, Testimonia Et Fragmenta, 105.4 to 106.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/105.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/105.4

210 Galenus de Hippocr. et Plat. plac. III 5 (V p. 332 K., p. 299 Iu. Müller). καὶ μηκέτι παρ’ ἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους καὶ τὰς λύπας καὶ πάνθ’ ὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι. ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν· οὐ μόνον γὰρ Χρύσιππος ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἐτοίμως αὐτὸ τιθέασιν. 211 Diogenes Laërt. VII 110. τῶν παθῶν τὰ ἄνωτάτω (καθὰ φησιν . . . Ζήνων ἐν τῷ περὶ παθῶν) εἶναι γένη τέτταρα, λύπην, φόβον, ἐπιθυμίαν, ἡδονήν. — Stob. Ecl. II 7, 10 p. 88, 14. πρῶτα δ’ εἶναι τῷ γένει ταῦτα τὰ τέσσαρα, ἐπιθυμίαν, φόβον, λύπην, ἡδονήν. „ὁ γοῦν ὅρος οὗτος“, φησίν (Posidonius), „ὁ τῆς λύπης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν ὑπὸ τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι πρόσφατον τοῦ κακοῦ αὐτῷ παρεῖναι φησι τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὡδέ πως προσφέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας“. καὶ τοῖς ἀπ’ αὐτοῦ Στωικοῖς φιλοσόφοις δύο γένη τῶν ἀνθρώπων εἶναι, τὸ μὲν τῶν σπουδαίων, τὸ δὲ τῶν φαύλων· καὶ τὸ μὲν τῶν σπουδαίων διὰ παντὸς τοῦ βίου χρῆσθαι ταῖς ἀρεταῖς, τὸ δὲ τῶν φαύλων ταῖς κακίαις· οὐδὲν τὸ μὲν ἀεὶ κατορθοῦν ἐν ἅπασιν οἷς προστίθεται, τὸ δὲ ἀμαρτάνειν. καὶ τὸν μὲν σπουδαῖον ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενον ἐν τοῖς πραττομένοις ὑπ’ αὐτοῦ πάντ’ εὖ ποιεῖν, καθάπερ φρονίμως καὶ σωφρόνως καὶ κατὰ τὰς ἄλλας ἀρετάς· τὸν δὲ φαῦλον κατὰ τοῦναντίον κακῶς. καὶ τὸν μὲν σπουδαῖον μέγαν καὶ ἄθρον καὶ ὑψηλὸν καὶ ἰσχυρόν. μέγαν μὲν ὅτι δύναται ἐφικνεῖσθαι τῶν κατὰ προαίρεσιν ὄντων αὐτῷ καὶ προκειμένων· ἄθρον δέ, ὅτι

---

Zeno Phil., Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003610.
