# Testimonia Et Fragmenta 117.14-118.4

Zeno, Testimonia Et Fragmenta, 117.14 to 118.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/117.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/117.14

τῷ ποιητῇ· ἀλλ’ ὁ μὲν οὐκ ἐξειργάσατο αὐτόν, ὁ δὲ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. 275 Strabo I p. 41. περὶ δὲ τῶν Ἑρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δ’ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι. Ζήνων δ’ ὁ ἡμέτερος καὶ γράφει οὕτως· „Αἰθίοπας θ’ ἰκόμην καὶ Σιδωνίους Ἄραβας τε.“ τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν παλαιῶν οὐδὲν etc. p. 784. ἀλλὰ μᾶλλον περὶ τῶν Ἑρεμβῶν ἡ ζήτησις, εἴτε τοὺς Τρωγλοδύτας ὑπονοητέον λέγεσθαι — — εἴτε τοὺς Ἄραβας· ὁ μὲν οὖν Ζήνων ὁ ἡμέτερος μεταγράφει οὕτως „καὶ Σιδωνίους Ἄραβας τε.“ (scil. Pythagoram) ὀνομάσαι κόσμον καὶ τὴν γῆν στρογγύλην· ὡς δὲ Θεόφραστος Παρμενίδην· ὡς δὲ Ζήνων Ἡσίοδον. τῆς ναυκληρίας αὐτῷ συντριβείσης, πυθόμενος εἶπεν, ἐγὼ γε, ὦ τύχη, ποιεῖς εἰς τὸν τρῖβωνα συνελάνθουνσα ἡμᾶς. — id. de tranq. An. 6 δὲ τοῦ πρώτου μὲν ἐγένετο ἴσον ἑαυτῇ, οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτωι, ὑφρ’ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεῖ. 278 Diogenes Laërt. VII 24. φησὶ δ’ Ἀπολλώνιος ὁ Τύριος ἐλκοντος αὐτὸν Κράτητος τοῦ ἱματίου ἀπὸ Στίλπωνος εἰπεῖν „ὦ Κράτης, λαβὴ φιλοσόφων ἐστὶν ἐπιδέξιος ἢ διὰ τῶν ὤτων· πείσας οὖν ἔλκε τούτων. εἰ δὲ με βιάζη, τὸ μὲν σῶμα παρὰ σοὶ ἔσται, ἡ δὲ ψυχὴ παρὰ Στίλπωνι.“ 279 Diogenes Laërt. VII 25. καὶ πρὸς τὸν δεῖξαντα δὲ αὐτῷ διαλεκτικὸν ἐν τῷ θερίζοντι λόγῳ ἑπτὰ διαλεκτικὰς ἰδέας πυνθέσθαι, πόσας εἰσπράττεται μισθόν· ἀκούσαντα δὲ ἑκατὸν, διακοσίας αὐτῷ δοῦναι. 280 Plutarchus de prof. in virt. c. 6 p. 78 e. ὁ δὲ Ζήνων ὁρῶν τὸν Θεόφραστον ἐπὶ τῷ πολλοὺς ἔχειν μαθητὰς θαυμάζμενον, „ὁ ἐκεῖνον μὲν χορός, ἔφη, μεῖζων, οὗμός δὲ συμφωνώτερος.“ — idem περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως c. 17. p. 545 f. οὕτω γὰρ ὁ Ζήνων πρὸς τὸ πλήθος τῶν Θεοφράστου μαθητῶν „ὁ ἐκεῖνον χορός, ἔφη, μεῖζων, ὁ ἐμός δὲ συμφωνώτερος.“

---

Zeno Phil., Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003610.
