# Testimonia Et Fragmenta 57.1

Zeno, Testimonia Et Fragmenta, 57.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/57.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/57.1

1 Diog. Laërt. VII 1. Ζήνων Μνασέου ἢ Δημέου, Κιτιεύς ἀπὸ Κύπρου, πολίσματος Ἑλληνικοῦ, Φοίνικας ἐποίκους ἔσχηκότες. Τὸν τράχηλον ἐπὶ θάτερα νενευκὼς ἦν, ὡς φησι Τιμόθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ βίων· καὶ Ἀπολλώνιος δὲ φησιν ὁ Τύριος ὅτι ἰσχυὸς ἦν, ὑπομήκης, μελάγχρως — οὐδὲν τις αὐτὸν εἶπεν Αἰγυπτίαν κληματίδα, καθά φησι Χρύσιππος ἐν πρώτῳ Παροιμιῶν — παχύκνημός τε καὶ ἀπαγὴς καὶ ἀσθενής· διὸ καὶ φησι Περσαῖος ἐν ὑπομνήμασι συμποτικοῖς τὰ πλεῖστα αὐτὸν δεῖπνα παρατείσθαι. ἔχειρε δέ, φασί, σύκοις χλωροῖς καὶ ἡλιοκαΐαις. Διήκουσε δέ, καθάπερ προεῖρηται, Κράτητος· εἶτα καὶ Στίλπωνος ἀκούσαι φασιν αὐτόν· καὶ Ξενοκράτους ἔτη δέκα, ὡς Τιμοκράτης ἐν τῷ Αἰώνι· ἀλλὰ καὶ Πολέμωνος. Ἑκάτων δὲ φησι καὶ Ἀπολλώνιος ὁ Τύριος ἐν πρώτῳ περὶ Ζήνωνος, χρηστηριασαμένου αὐτοῦ, τί πράττων ἄριστα βιώσεται, ἀποκρίνασθαι τὸν θεόν, εἰ συγχρωτίζοιτο τοῖς νεκροῖς· οὐδὲν ξυνέντα τὰ τῶν ἀρχαίων ἀναγινώσκειν. τῷ γοῦν Κράτητι παρέβαλε τοῦτον τὸν τρόπον. πορφύραν ἐμπεπορευμένος ἀπὸ τῆς Φοινίκης πρὸς τῷ Πειραιεῖ ἐναυάγησεν. ἀνελθὼν δὲ εἰς τὰς Ἀθήνας ἤδη τριακοντούτης ἐκάθισε παρὰ τινὰ βιβλιοπώλην. ἀναγινώσκοντος δὲ ἐκείνου τὸ δεύτερον τῶν Ξενοφῶντος ἀπομνημονευμάτων, ἠσθέλη ἐπιθέτο ποῦ διατρίβοιεν οἱ τοιούτοι ἄνδρες. εὐκαίρως δὲ παρόντος Κράτητος ὁ βιβλιοπώλης δείξας αὐτὸν φησι· „τοῦτο παρακολούθησον.“ ἐντεῦθεν ἤκουε τοῦ Κράτητος, ἄλλως μὲν εὐτονος πρὸς φιλοσοφίαν, αἰδῖμων δὲ ὡς πρὸς τὴν Κυνικὴν ἀναισχυντίαν. οὐδὲν ὁ Κράτης βουλόμενος αὐτὸν καὶ τοῦτο θεραπεύσαι δίδωσι χύτραν φακής διὰ τοῦ Κεραμεικοῦ φέρειν. ἐπεὶ δὲ εἶδεν αὐτὸν αἰδοῦμενον καὶ παρακαλύπτοντα, παίσας τῇ βακτηρίᾳ καταγύψι τὴν χύτραν· φεύγοντος

---

Zeno Phil., Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003610.
