# Testimonia Et Fragmenta 84.1

Zeno, Testimonia Et Fragmenta, 84.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/84.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil-2/testimonia-et-fragmenta/84.1

ἔφη, ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περῶτων ἐπὶ πέρατα πᾶσ’ λεωφόρος ἐγεγένητο. πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀφ’ ὑψηλοτάτων καταρράττουσα τὰ μὲν ἐξωθεῖν τῇ βίᾳ, τὰ δὲ τῷ συνεχῇ τῶν ψεκίδων κολάπτουσα κοιλαίνειν ὑπεργάζεσθαι τε τὴν σκληρότητα καὶ λιθωδεστάτην δρυκτήρων οὐχ ἧττον. „καὶ μὴν ἡ γε θάλασσα,“ φασίν, „ἤδη μειοῦται· μάρτυρες δ’ αἱ νῆσοι εὐδοκιμόταται Ῥόδος τε καὶ Δήλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφανισμέναι κατὰ τῆς θαλάττης ἐδεδύκασαν ἐπικλυζόμεναι, χρόνῳ δ’ ὕστερον ἧττον μένης ἥρεμα κατ’ ὀλίγον ἀνίσχουσι διεφάνησαν, ὡς αἱ περὶ αὐτῶν ἀναγραφείσαι μηνύουσιν ἱστορίαι· τὴν δὲ Δήλον καὶ Ἀνάφην ὀνόμασαν δι’ ἀμφοτέρων ὀνομάτων πιστοῦμενοι τὸ λεγόμενον, ἐπειδὴ γὰρ ἀναφανεῖσα δῆλος ἐγένετο, ἀδηλουμένη καὶ ἄφανης οὖσα τὸ πάλαι. πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρώσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρῶν σπειρομένους καὶ φυτευομένους, οἷς σημεῖ’ ἄττα τῆς παλαιᾶς ἐναπολειφθαι θαλαττώσεως ψηφίδας τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποβράττεσθαι. διὸ καὶ Πίνδαρος ἐπὶ τῆς Δήλου φησί:

---

Zeno Phil., Testimonia Et Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003610.
