# Testimonia 1.147.5

Zeno, Testimonia, 1.147.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil/testimonia/1.147.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil/testimonia/1.147.5

ὁ δὴ Ζήνων διαχῆσε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ [127 B vgl. A 11]. ὁ δ’ αὐτὸς ἐν τῷ Σοφιστῇ [p. 215 A] <αὐτοῦ μέμνηται καὶ ἐν τῷ Φαίδρῳ [p. 261 D]> καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δ’ Ἀριστοτέλης [fr. 65 vgl. A 10] εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς. γέγονε δ’ ἀνὴρ γενναιότατος καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν πολιτείᾳ· φέρεται γοῦν αὐτοῦ βιβλία πολλῆς συνέσεως χέμοντα. καθελεῖν δὲ Φελήσας Νέαρχον τὸν τύραννον (οἱ δὲ Λιομέδοντα) συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατίρου ἐπιτομῇ [FHG III 169 fr. 7]. ὅτε καὶ ἐξεταζόμενος τοὺς συνειδότας καὶ περὶ τῶν ὅπλων ὧν ἤγεν εἰς Λιπάραν, πάντας ἐμήνυσεν αὐτοῦ τοὺς φίλους, βουλόμενος αὐτὸν ἔρημον καταστῆσαι· εἶτα περὶ τινων εἰπεῖν ἔχειν τινὰ αὐτῷ πρὸς τὸ οὐς καὶ δακῶν οὐκ ἀνῆκεν ἕως ἀπεκεντήθη, ταῦτὸν Ἀριστογείτωνι τῷ τυραννοκτόνῳ παθόν. Δημήτριος δὲ φησιν ἐν τοῖς ὁμωνύμοις τὸν μητῆρα αὐτὸν ἀποτραγεῖν. Ἀντισθένης δὲ ἐν ταῖς Διαδοχαῖς [FHG III 182*] φησὶ μετὰ τὸ μηνῦσαι τοὺς φίλους ἐρωτηθῆναι πρὸς τοῦ τυράννου εἰ τις ἄλλος εἴη· τὸν δὲ εἰπεῖν· ‘σὺ ὁ τῆς πόλεως ἀλιτήριος’, πρὸς τε τοὺς παρεστώτας φάναι· ‘θαυμάζω ὑμῶν τὴν δειλίαν, εἰ τούτων ἕνεκεν, ὧν νῦν ἐγὼ ὑπομένω, δουλεύετε τῷ τυράννῳ’, καὶ τέλος ἀποτραγῶντα τὴν γλῶτταν προσπτύσαι αὐτῷ· τοὺς δὲ πολίτας παρορμηθέντας αὐτίκα τὸν τύραννον καταλεῦσαι. ταῦτά δὲ σχεδὸν οἱ πλείους λέγουσιν. Ἑρμипπος δὲ φησιν εἰς ὅλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι [Verwechslung mit Anaxarchos, vgl. Philo quod omn. prob. lib. 16 p. 462, Amm. Marc. 14, 916]. καὶ εἰς αὐτὸν ἡμεῖς εἴπομεν οὕτως. [Folgt Epigramm des Diog.]

---

Zeno Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003611.
