# Testimonia 2.142.4

Zeno, Testimonia, 2.142.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil/testimonia/2.142.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil/testimonia/2.142.4

ὁ δὴ Ζήνων διακῆκος Παρμενίδου καὶ γέρονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ [127 B; vgl. A 11]. ὁ δ᾽ αὐτὸς ἐν τῷ Σοφιστῇ [p. 215 A] (καὶ ἐν τῷ Φαίδρω [p. 261 D] αὐτοῦ μέμνηται) καὶ Ἐλεατικὸν Παλαμῆδην αὐτὸν καλεῖ. φησὶ δ᾽ Ἀριστοτέλης [fr. 65; vgl. A 10] εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς. (26) γέρονε δ᾽ ἄνθρω γενναῖστατος καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν πολιτείᾳ· φέρεται γοῦν αὐτοῦ βιβλία πολλῆς συνέσεως γέμοντα. καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον (οἱ δὲ Διομέδοντα) συνελήφθη, καθά φησιν Ἠρακλείδης ἐν τῇ Σατύρου ἐπιτομῇ [FHG III 169 fr. 7]. ὅτε καὶ ἐξεταζόμενος τοὺς συνειδότας καὶ περὶ τῶν ὅπλων ὧν ἦγεν εἰς Λιπάραν, πάντας ἐμῆνυσεν αὐτοῦ τοὺς φίλους, βουλόμενος αὐτὸν ἐρημον καταστῆσαι· εἶτα περὶ τινων εἰπεῖν ἔχειν τινὰ (ἔφη) αὐτῷ πρὸς τὸ οὖς καὶ δακὺν οὐκ ἄνηκεν ἕως ἀπεκεντήθη, ταῦτὸν Ἀριστογείτωνι τῷι τυραννοκτόνῳι παθῶν. (27) Δημήτριος δὲ φησιν ἐν τοῖς Ὀμυννυμοῖς τὸν μυκτήρα αὐτὸν ἀποτραγεῖν. Ἀντισθένης δὲ ἐν ταῖς Διαδοχαῖς [FHG III 182*] φησὶ μετὰ τὸ μηνῦσαι τοὺς φίλους ἐρωτηθῆναι πρὸς τοῦ τυράννου, εἰ τις ἄλλος εἴη· τὸν δὲ εἰπεῖν· ᾿οὐ δ᾽ τῆς πόλεως ἀλιτήριος᾿, πρὸς τε τοὺς παρεστῶτας φάναι· ᾿θαυμάζω ὑμῶν τὴν δειλίαν, εἰ τούτων ἕνεκεν, ὧν νῦν ἐγὼ ὑπόμηνω, δουλεύετε τῷι τυράννῳι᾿, καὶ τέλος ἀποτραγόντα τὴν γλῶτταν προσπτύσαι αὐτῷι· τοὺς δὲ πολίτας παρορμηθέντας αὐτίκα τὸν τύραννον καταλεῦσαι. ταῦτά δὲ σχεδὸν οἱ πλεῖους λέγουσιν. Ἐρμιππος δὲ φησιν εἰς ὄλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι. [Vgl. 59 A 13.] (28) καὶ εἰς αὐτὸν ἡμεῖς εἴπομεν οὕτως. [Folgt Epigramm. des Diog.]

---

Zeno Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003611.
