# Testimonia 2.149.1

Zeno, Testimonia, 2.149.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zeno-phil/testimonia/2.149.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/zeno-phil/testimonia/2.149.1

ΖΗΝΩΝΟΣ ΠΕΡΙ ΦΥΣΕΩΣ. 1. SIMPL. phys. 140, 34 [nach fr. 3] τὸ δὲ κατὰ μέγεθος [nämlich ἄπειρον ἔδειξε] πρότερον κατὰ τὴν αὐτὴν ἐπιχείρησιν. προδεῖξας γὰρ ὅτι εἰ μὴ ἔχει μέγεθος τὸ ὄν, οὐδ’ ἂν εἴη, ἐπάγει εἰ δὲ ἐστιν, ἀνάγκη ἕκαστον μέγεθός τι ἔχειν καὶ πᾶχος καὶ ἀπέχειν αὐτοῦ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου. καὶ περὶ τοῦ προὔχοντος ὁ αὐτὸς λόγος. καὶ γὰρ ἐκεῖνο ἔξει μέγεθος καὶ προέξει αὐτοῦ τι. ὅμοιον δὴ τοῦτο ἅπαξ τε εἰπεῖν καὶ ἀεὶ λέγειν· οὐδὲν γὰρ αὐτοῦ τοιούτον ἔσχατον ἔσται οὔτε ἕτερον πρὸς ἕτερον οὐκ ἔσται. οὕτως εἰ πολλὰ ἐστιν, ἀνάγκη αὐτὰ μικρὰ τε εἶναι καὶ μεγάλα· μικρὰ μὲν ὥστε μὴ ἔχειν μέγεθος, μεγάλα δὲ ὥστε ἄπειρα εἶναι’. — — 139, 5 ἐν μέντοι τῷ συγγράμματι αὐτοῦ πολλὰ ἔχοντι ἐπιχειρήματα καθ’ ἕκαστον δείκνυσιν, ὅτι τῷ πολλὰ εἶναι λέγοντι συμβαίνει τὰ ἐναντία λέγειν· ὧν ἐν ἐστὶν ἐπιχείρημα, ἐν ᾧ δείκνυσιν ὅτι εἰ πολλὰ ἐστι, καὶ μεγάλα ἐστὶ καὶ μικρά· μεγάλα μὲν ὥστε ἄπειρα τὸ μέγεθος εἶναι, μικρὰ δὲ οὕτως ὥστε μηθὲν ἔχειν μέγεθος [B 1]. ἐν δὴ τούτῳ δείκνυσιν, ὅτι οὐ μήτε μέγεθος μήτε πᾶχος μήτε ὄγκος μηθὲς 2. ἐστιν, οὐδ’ ἂν εἴη τοῦτο. εἰ γὰρ ἄλλῳι ὄντι, φησί, προσγένοιτο, οὐδὲν ἂν μεῖζον ποιήσειεν· μεγέθους γὰρ μηδενὸς

---

Zeno Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003611.
