Ancient Greek
1.19 to 1.26
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.19-26
Not analysed yet
Ἄιδειν πρὸς μυῤῥίνην: ἔθος ἦν τὸν μὴ δυνάμενον ἐν τοῖς συμποσίοις ᾆσαι, δάφνης κλῶνα ἢ μυῤῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν. Ἀετὸν κάνθαρος μαιεύεται; παροιμία· τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν. Ἀληλεσμένον βίον καὶ μεμαγμένον βίον; ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου καὶ ἀκόπου. Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλόντων. Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος, τὴν ἀντλίαν ἐπαναβῆναι συνέβη καὶ ἐκτῆξαι τοὺς ἅλας. Ὅθεν ἡ παροιμία. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἕκαστον ἐξομοιοῦν ἑαυτὸν τούτοις, ἐν οἷς ἂν καὶ γένηται τόποις· ἐκ μεταφορᾶς τοῦ πολύποδος. Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μέν τι προςποιουμένων, οὐκ εἰδότων δέ· ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον πρὸ τῶν μαντευομένων· ὅθεν καὶ τοῖς τῶν ἀποῤῥήτων κοινωνοῦσι κύαμον ἐτίθουν. Αἴξ οὐρανία: Κρατῖνος φησὶ καθάπερ Διὸς αἶγα Ἀμαλθείαν, οὕτω καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. Οἱ δὲ τοὺς εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὰς παρέχοντας οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες, ἐπεὶ καὶ ὁ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὃ ἐβούλετο εἶχεν.