# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.27

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/1.27

Αἲξ τὴν μάχαιραν; παροιμία ἐπὶ τῶν κακῶς τι καθ’ ἑαυτῶν ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης· Κορίνθιοι θυσίαν τελοῦντες Ἥρᾳ ἐνιαύσιον, τῇ ὑπὸ Μηδείας ἱδρυνθείσῃ καὶ Ἀκραίᾳ καλουμένῃ, αἷγα τῇ θεῷ ἔθυον. Τινὲς δὲ τῶν κομισάντων μισθωτῶν ἔκρυψαν τὴν μάχαιραν, καὶ σκηπτομένων [ἐπιλελῆσθαι] ἔνθα ἀπέθεντο, ἡ αἴξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνε, καὶ τὴν μὲν σκῆψιν αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία ἐγένετο· ὅθεν ἡ παροιμία.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
