# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.41.1

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/1.41.1

Ἄϊδος κυνῆ: πρὸς τοὺς ἐπικρύπτοντας ἑαυτοὺς διά τινων μηχανημάτων. Τοιαύτη γὰρ ἡ τοῦ Ἅιδου κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργόνα ἐδειροτόμησεν. Ἡ δὲ ἱστορία ἔχει οὕτως. Ἀκρισίῳ περὶ παίδων γενέσεως ἀῤῥένων χρηστηριαζομένῳ, ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς, ὃς αὐτὸν ἀποκτείνῃ. Δείσας δὲ ὁ Ἀκρίσιος, ὑπὸ γῆν θάλαμον χάλκεον κατασκευάσας, Δανάην τὴν αὑτοῦ θυγατέρα ἐφρούρει. Ταύτης ὁ Ζεὺς ἐρασθεὶς, καὶ εἰς χρυσὸν μεταμορφωθεὶς, διὰ τῆς ὀροφῆς εἰς τοὺς αὐτῆς κόλπους ἐῤῥύη. Αἰσθόμενος δὲ ὁ Ἀκρίσιος ἐξ αὐτῆς γεγεννημένον Περσέα, μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔῤῥιψεν αὐτὴν εἰς θάλασαν. Προςενεχθείσης δὲ τῆς λάρνακος ἐν Σερίφῳ νήσῳ, Δίκτυς ἄρας ἀνέτρεφε Περσέα. Βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθεὶς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος τελέσαι τὸν ἔρωτα, συνεκάλει τοὺς φίλους, μεθ’ ὧν καὶ Περσέα, λέγων, ἔρανον θὐνάγεῖν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. Τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν ἄλλων ἤτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος τὴν κεφαλὴν κομίζειν. Ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἑνυὼ, Πεμφρηδώ καὶ Δεινώ. Ἦσαν δὲ αὗται γραῖαι ἐκ γενετῆς, ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἀλλήλαις ἤμειβον. Ὧν κυριεύσας ὁ Περσεὺς, ὡς ἀπῄτουν, ἔφη δώσειν, ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς Νύμφας φέκαὶ ρουσαν. Αὗται δὲ αἱ Νύμφαι πτηνὰ εἶχον πέδιλα, τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν, ἣν ὁ ἔχων οὓς μὲν ἤθελε ἔβλεπεν, ὑπ’ ἄλλων δὲ οὐχ ὡρᾶτο. Ἀπελθὼν οὖν ὁ Περσεὺς, καὶ ἀναλαβόμενος ταῦτα, πτηνὸς διὰ τῶν πεδίλων πρὸς τὰς Γοργόνας ἐφέρετο. Ἦσαν δὲ αἱ Γοργόνες ἀδελφαὶ τρεῖς, Εὐρυάλη, Σθενὼ, Μέδουσα· κεφαλὰς μὲν ἔχουσαι περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας καὶ πτέρυγας δι’ ὧν ἐφέροντο· τοὺς δὲ ἰδόντας, λίθους ἐποίουν. Μόνῃ δὲ τῶν τριῶν θνητὴ ἦν ἡ Μέδουσα. Πρὸς ταύτην ὁ Περσεὺς ἀπεστραμμένος, καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι’ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπε, τὴν χεῖρα ἔτεινεν, Ἀθηνᾶς αὐτὴν κατευθυνούσης. Καὶ καρατομηθείσης τῆς Μεδούσης, αἱ ταύτης ἀδελφαὶ ἀναπτᾶσαι τὸν Περσέα ἐδίωκον. Συνιδεῖν δὲ αὐτὸν μὴ δυνέμεναι διὰ τὴν κυνῆν, ὑπέστρεψαν. Περσεὺς δὲ παραγενόμενος εἰς Σέριφον, καὶ καταλαβὼν Πολυδέκτην συγκαλέσαντα τοὺς φίλους αὐτοῦ πρὸς τὰ βασίλεια, ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων ἕκαστος ἀπελιθώθη. Καὶ καταστήσας τῆς Σερίφου βασιλέα Δίκτυν τὴν κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ δίδωσι, τὴν δὲ κυνῆν Ἑρμῇ, ὡς αύτως δὲ καὶ τὰ πέδιλα καὶ τὴν κίβισιν· ὁ δὲ πάλιν ἀπέδωκε ταῖς Νύμφαις. Ἀναλαβόμενος οὖν Περσεὺς τὴν μητέρα πρὸς Ἄργος ἔσπευδεν, ἵνα τὸν Ἀκρίσιον θεάσηται. Ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς τὸν χρησμὸν, ἀπολιπὼν Ἄργος εἰς Λάρισσαν παραγίνεται. Τοῦ δὲ τῶν Λαρισσαίων βασιλέως γυμνικὸν ἀγῶνα διατιθέντος ἐπὶ κατοιχομένῳ τῷ πατρὶ, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων. Ἀγωνιζόμενος δὲ πένταθλον τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν ἀπέκτεινεν αὐτόν. Καὶ οὕτω πέρας εἴληφεν ὁ χρησμός.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
