Ancient Greek
Centuria 1
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.43
Not analysed yet
Αἰάντειος γέλως; ἐπὶ τῶν παραφρόνως γελώντων. Ὁ Αἴας γὰρ παραφροσύνην νοσήσας καὶ μανεὶς διὰ τὸ προτιμηθῆναι τὸν Ὀδυσσέα εἰς τὴν τῶν Ἀχιλλείων ὅπλων κατοχὴν, κατὰ τῶν Ἑλλήνων ξιφήρης ὥρμησε καὶ κατὰ τῶν βοσκημάτων προνοίᾳ θεῶν τραπεὶς ὡς Ἀχαιοὺς ταῦτα φονεύει. Δύο δὲ μεγίστους κριοὺς κατασχὼν ὡς Ἀγαμέμνονα καὶ Μενέλαον δεσμεύσας ἐμάστιξε καὶ κατεγέλα τούτων μαινόμενος. Ὕστερον δὲ σωφρονήσας ἑαυτὸν κτείνει.