# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.44-53

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 1.44 to 1.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/1.44

Ἄχρι κόρου: παροιμία ἦν, ὅτι, ἄχρι κόρον ἐκεῖνος ἀναίσθητος ἐστίν· καί· οὗτος ἄχρι κόρου ἐφενάκισεν. Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν τίθεται ἡ παροιμία. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητὴς, παίγνιά τε κατέλιπεν εὐρυθμότατα καὶ χάριν ἔχοντα πλείστην καὶ σκώμματα κομψότατα. Αἰθίοπα σμήχων; ἐπὶ τῶν μάτην ἀνήνυτον ἔργον ἐπιτελούντων. Αἰσώπειον αἶμα: ἐπὶ τῶν δυςαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων· ἐπειδὴ τοῖς [Δελφοῖς] ἀδίκως τὸν Αἴσωπον ἀνελοῦσιν ὠργίσθη τὸ δαιμόνιον· καὶ διὰ τοῦτο τὴν Πυθίαν φασὶν ἀνῃρηκέναι αὐτοῖς, ἱλάσκεσθαι τὰ ἐπὶ Αἰσώπῳ μύσος. Οὕτω γὰρ θεοφιλὴς ἐγένετο ὁ Αἴσωπος, ὡς μυθεύεται αὐτὸν ἀναβιῶναι ὡς Τυνδάρεων καὶ Ἡρακλῆν καὶ Γλαῦκον. Αἰγιέες οὔτε, τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. Οἱ γὰρ Λἰγιεῖς οἱ ἐν Ἀχαίᾳ νικήσαντες Αἰτωλοὺς τῆν Πυθίαν ἐξηρώτων, τίνες εἰσὶ κρείττονες τῶν Ἑλλήνων· ἡ δὲ εἶπεν, Ὑμεῖς δ’ Αἰγιέες οὔτεʹ τρίτοι οὔτε τέταρτοι. Ἀκαρπότερος εἶ Ἀδώνιδος κήπων: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων εἴρηται ἡ παροιμία· μέμνηται αὐτῆς Πλάτων ἐν Φαίδρῳ. Γίνονται δὲ οὗτοι οἱ κῆποι τοῦ Ἀδώνιδος εἰς ἀγγεῖα κεράμεια σπειρόμενοι ἄχοι χλόης μόνης· ἐκφέρονται δὲ ἅμα τελευτῶντι τῷ θεῷ καὶ ῥιπτοῦνται εἰς κρήνας. Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: ταύτην φασὶν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν φάσκουσαν φιλεῖν τε καὶ στέργειν αὐτὸν μάλιστα ὑπὲρ πάντας ἀνθρώπους. Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων λέγεται, παρόσον οἱ ἀκάνθιοι τέττιγες οὐκ ἄδουσιν. Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Ὅλην δὲ Ἀριστοφάνης ἐν τετραμέτροις † ἐκφέρει λέγων, Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκεσίας γὰρ τις ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πόδα τινὸς ἀλγοῦντος κακῶς ἐθεράπευσεν. Ἀκκώ: ἐπὶ τῶν μωραινόντων. Ἡ γὰρ Ἀκκὼ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβεβοημένη, ἥν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι· ἔνθεν καὶ τὸ Ἀκκίζεσθαι περὶ ταύτην λελέχθαι.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
