# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.55-69

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 1.55 to 1.69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/1.55

Ἀκίνητα κινεῖν: καθ’ ὑπερβολὴν, ὅτι μὴ δεῖ κινεῖν μήτε βωμοὺς, μήτε τάφους ἢ ἡρῷα. Ἀκεσέως καὶ Ἑλικῶνος ἔργα; ἐπὶ τῶν θαύματος ἀξίων. Οὗτοι γὰρ πρῶτοι τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν, ὁ μὲν Ἀκεσεὺς γένος ὢν Παταρεὺς, ὁ δὲ Ἑλικὼν Καρύστιος. Ἄκρον λάβε, καὶ μέσον ἕξεις ἐπὶ τῶν. δυςφράστων καὶ δυςνοήτων. Οἱ γὰρ τὴν Αἴγιναν οἰκήσαντες, πολέμῳ ἐκπεσόντες τῆς πατρίδος, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ τὸ εἰρημένον αὐτοῖς ἀνεῖλεν· οἱ δὲ συμβαλόντες τὸν χρησμὸν, ἀκρωτήριόν τι κατασχόντες κατὰ μέσον ᾤκησαν. Ἀπὸ δὲ ταύτης τῆς αἰτίας ὅταν τι δυςνόητον θέλωμεν αἰνίττεσθαι, χρώμεθα τῷ προειρημένῳ. Ἀκόνην σιτίζειν: ἐπὶ τῶν τροφῇ μὲν πολλῄ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων. Ἀτέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι. Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων εἴρηται. Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσιν, Ἄκρῳ ἅψασθαι τῷ δακτύλῳ: ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων· οἷον· Οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος. Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: ἐπειδὴ τοῖς κοινωνήσασι τούτων φίλοις χρῆσθαι δεῖ. Ἅλμη οὐκ ἔνεστ’ αὐτῷ: ἐπὶ τοῦ ἁλυκοῦ καὶ ἀηδοῦς κατ’ εἰρωνείαν εἴρηται. Ἀλλ’ ὥς περ ἥρως ἐν ἀσπίδι ξενίσαι σε βούλομαι; ἐπὶ τούτων εἴρηται, οἱ τοῖς αὑτῶν ἔργοις ἢ τέχναις χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἔνοπλοι ὄντες ἐξενίζοντο. Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια. Ἀλλ’ οὐδὲν δεῖ παρὰ τὸν βωμόν σε βουλεύειν: ὅτι μὴ χρὴ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι, ἀλλὰ πρὸ τῶν πραγμάτων· παρόσον καὶ οἱ τὰ ἱερεῖα προςάγοντες πρὸ τοῦ καλλιερῆσαι βουλεύονται. Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: πάγαις ἁλώσεται λείπει· παρόσον ἅπαξ διαφυγοῦσα πάγας, δεύτερον οὐκ ἐμπεσεῖται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρὸν συκοφάντην ἐκφυγόντων. Ἀλεκτρυόνων μέμφεσθαι κοιλίαν; ἐπὶ τῶν περὶ τὸν βίον πολυτελῶν καὶ ἁβροδιαίτων. Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται; ἐπὶ τῶν τοῖς κρείττοσιν ἐριζόντων· ἤτοι ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
