Ancient Greek
1.70 to 1.86
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.70-86
Not analysed yet
Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα; ἐπὶ τῶν ἐξαπατᾶν ἐγχειρούντων τοὺς ὁμοίους. Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως δώροις ἁλισκομένων. Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. Ἄλλοισι μὲν γλῶττα, ἄλλοισι δὲ γόμφιοι: παρόσον οἱ μὲν λάλοι, οἱ δὲ φάγοι. Ἄλλα μὲν Λεύκων λέγει, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει; λέγεται μὲν ἐπὶ τῶν ἀσυμφώνως τοῖς ἔργοις τοὺς λόγους παρεχομένων. Λεύκων γάρ τις γεωργὸς μέλιτος ἀσκοὺς εἰς φορμοὺς ἐμβαλὼν, ἐκόμιζεν Ἀθήναζε. Κριθὰς οὖν τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὑπὲρ κριθῶν ὀλίγον εἰςπραχθησόμενος τέλος, ἐκόμιζε. Τοῦ δ’ ὄνου πεσόντος, οἱ τελῶναι βοηθῆσαι βουλόμενοι, ἔμαθον ὅτι μέλι ἐστὶ, καὶ ἀπηνέγκαντο αὐτὸ ὡς ἀτελώνητον. Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπειςρέει: ἐπὶ τῶν πονούντων καὶ οὐδὲν πλέον ἀνυόντων. Ἐπειδὰν γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλῶσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ καὶ πλέον εἰςρέῃ, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν. Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων. Ἅμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ταχέως τε καὶ ὀξέως ἀνυομένων. Ἀμελοῦς γωνία: ἐπὶ τῶν ἀργῶς καὶ ῥαθύμως καθημένων. Ἔστι δὲ καὶ χωρίον Λιβύης Ἀμελοῦς γωνία καλούμενον. Ἀμουσότερος Λειβηθρίων; ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. Λειβήθριοι γὰρ ἔθνος Πιερικόν ἐστιν, οὔτε μέλους ἁπλῶς οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Λέγονται δὲ ἀμουσότατοι εἶναι, ἐπειδὴ παρ’ αὐτοῖς ὁ τοῦ Ὀρφέως ἐγένετο θάνατος. Ἄμμον μετρεῖν; ἐπὶ τῶν ἀδυνάτων \καὶ ἀνεφίκτων. Ἅμ’ ἠλέηται, καὶ τέθνηκεν ἡ χάρις; ἐπὶ τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλανθανομένων. Ἄμμες ποτ’ ἦμες; λακωνικὴ ἡ παροιμία. Οἱ γὰρ πρεςβύτεροι ἐν Λακεδαίμονι χορεύοντες τοῦτο ἐπέλεγον, Ἄμμες ποτ’ ἦμες· ἀντὶ τοῦ, Ἡμεῖς ποτε ἦμεν. Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων. Ἂν μὴ παρῇ κρέας, τάριχον στερκτέον; παρεγγυᾷ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται; Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον; ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.