# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.8-17

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 1.8 to 1.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/1.8

Ἀγρίου βέβρωκας: οἱονεὶ ζώου ἀγρίου. Εἰώθασι δὲ οἱ βεβρωκότες χασμᾶσθαι. Ἀγαθῶν θάλασσα; ἐπὶ πλήθους ἀγαθῶν εἴρηται. Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας εἴρηται. Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους εὐδαιμονίας. Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον; ἐπὶ τῶν τὰ δευτερεῖά τισι διδόντων. Ἀγαμέμνονος θυσία; ἐπὶ τῶν δυςπειθῶν καὶ σκληρῶν. Ἀγαμέμνονος γὰρ θύοντος ἐν Τροίᾳ ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη. Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες; ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος; ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν, παραινεῖ ἡ παροιμία. Ἀγναμπτότατος βάτος αὖος; ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον. Ἀνενδεὴς ὁ Θεός: παροιμία· παρόσον οὐδενὸς ἐπιδέεται ὁ Θεός.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
