Ancient Greek
2.1 to 2.5
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.1-5
Not analysed yet
Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν; ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Μέμνηται αὐτῆς Λουκιανός· Τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφυκε. Καὶ πάλιν, Ἄνθρακάς μου τὸν θησαυρὸν ἀπέφηνας. Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. Ἄξιος εἰ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν. Παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας τὰς ἀσπίδας φοροῦντες πομπεύουσιν. Ἄξιοι τριχός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία. Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν; ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ τὰ μείζω μεταπηδώντων,