# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.1-5

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 2.1 to 2.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.1

Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν; ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Μέμνηται αὐτῆς Λουκιανός· Τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφυκε. Καὶ πάλιν, Ἄνθρακάς μου τὸν θησαυρὸν ἀπέφηνας. Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. Ἄξιος εἰ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν. Παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας τὰς ἀσπίδας φοροῦντες πομπεύουσιν. Ἄξιοι τριχός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία. Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν; ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ τὰ μείζω μεταπηδώντων,

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
