# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.17

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.17

Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ; ταύτης μέμνηται Μένανδρος καὶ Σώφρων καὶ Ἄλεξις. Λέγουσι δὲ ὅτι οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι πόλεμον ἔσχον πρὸς Κροτωνιάτας καὶ ἔπεμψαν εἰς Λακεδαίμονα συμμαχίας δεόμενοι· οἱ δὲ ἀπεκρίναντο αὐτοῖς, ὅτι δύναμιν μὲν οὐ δώσουσι, τοὺς δὲ Διοςκούρους αὐτοῖς ἐπιπέμψουσιν. Ἀναστρέψαντες δὲ οἱ Λοκροὶ μάχης γενομένης ἐνίκησαν τοὺς Κροτωνιάτας, τῶν Διοςκούρων συλλαβομένων· τὴν δὲ νίκην ἐκ τοῦ αὐτομάτου φήμη τις ἤνεγκεν εἰς τὴν Λακεδαίμονα, μηδενὸς ἀφιγμένου ἀγγέλου. Μετὰ δὲ ταῦτα ἐλθόντες τινὲς ἀπήγγειλαν τῇ αὐτῇ ἡμέρᾳ γεγενῆσθαι τὴν μάχην καὶ τὴν νίκην. Ἐπειδὴ οὖν τὰ παρὰ τῆς φήμης ἀγγελθέντα ὑπῆρχον ἀληθῆ, ἡ παροιμία εἴρηται ἐπὶ τῶν πάνυ ἀληθῶν. Σάγρα δ’ ἔστι τόπος, ἐν ᾧ τὴν μάχην ἐνίκησαν οἱ Λοκροί.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
