# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.43-47

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 2.43 to 2.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.43

Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι; ἐπὶ πῶν εἰς πάντα εὐδαιμονούντων. Οἱ δὲ, ἐπὶ τῶν ἀξίως τιμωμένων. Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται, οὔτε φιλία: ὁ Μυλῶν ὁ παροιμιογράφος Ἰβύκειον τὴν παροιμίαν ταύτην φησὶν, ὡς πρώτου χρησαμένου τοῦ Ἰβύκου. Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παροιμία ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν. Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμενον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιὰν, προςερχόμενον αὐτῇ καθ’ ὕδατος ὁραθείσῃ.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
