# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.49-60

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 2.49 to 2.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.49

Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν θελόντων διδάσκειν. Ἀετὸς ἐν νεφέλαις: ἔστι μὲν οὖν χρησμός· εἴρηται δὲ ἐπὶ τῶν δυςαλώτων, παρόσον ὁ ἀετὸς ἐν νεφέλαις ὢν οὐχ ἁλίσκεται. Ἀεὶ φέρει τὶ Λιβύη καινὸν κακόν: ἐπὶ τῶν κακουργοτάτων, καὶ ἀεὶ προςεξευρισκόντων νεώτερον τι κακόν. Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν; ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸς ἀξίων. Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τοῦ ἀφροντιστοῦντος καὶ καταφρονοῦντος τῶν μικρῶν. Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος ἐστὶ τῆς Ἀρκαδίας λεπτόγεως, σκληρὸς καὶ ἄκαρπος, περὶ ὃν πονοῦντες γεωργοὶ οὐδὲν κομίζονται. Ἀνάγυρον κινεῖν: ἔστιν ὁ Ἀνάγυρος (Ἀναγυροῦς) δῆμος Ἀττικὸς, ἔνθα δυςῶδες φυτὸν φύεται, οὕτω καλούμενον Ἀνάγυρος. Εἴρηται οὖν ἡ παροιμία ἐντεῦθεν ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ κακῷ ἑαυτῶν. Τινὲς δὲ λέγουσιν ὅτι Ἀνάγυρος ἥρως γέγονεν, ὅστις τοὺς οἴκους τῶν γειτονούντων αὐτῷ ἐκ βάθρων ἀνέστρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Λυσιστράτῃ. Ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγαὶ: παροιμία ἐπὶ τῶν ὑπεναντίως λεγομένων ἢ γινομένων· οἷον εἰ ὁ πόρνος τὸν σώφρονα ἔλεγε πόρνον. Ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω. Ἀπ’ ὄνου καταπεσών; ἡ παροιμία τέτακται ἐπὶ τῶν μειζόνων καὶ ἀδυνάτων· ὡς Ἀριστοφάνης· Ἀπὸ τύμβου πεσών, Καὶ Εὔπολις, Ὥσπερ ἀπὸ χθονὸς πεσών. Ἀράβιος ἄγγελος: παροιμία παρὰ τὸ Ἀράβιος αὐλητὴς παραλαμβανομένη ἐπὶ τῶν ἀπαύστως διαλεγομένων. Εἴρηται δὲ ἐπὶ τοῦ Ἀραβίου αὐλητοῦ, ὡς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἀρκάδας μιμούμενος: παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων καὶ μοχθούντων. Οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον, ἀλλ’ ἐπὶ μισθῷ ὑπὲρ ἀλλοτρίων ἐμάχοντο. Βόκχορις: οὗτος Αἰγύπτιος ὢν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοία κρίσεων ἀπομνημονεύεται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως κρινόντων.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
