# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.6

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.6

Ἄπληστος πίθος: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ γαστριμαργούντων. Μετενήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὃν ἀνιμῶσαι ὕδωρ βάλλουσι. Λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι οὐδέποτε πληρούμενος· πάσχουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί· καὶ κόραι δέ, ἃς Λαναΐδας λέγουσιν, πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον. Δύναται δὲ ἡ παροιμία καὶ ἐπ’ αὐτοῦ λέγεσθαι τοῦ Ἅιδου, ὅτι πολλῶν πάντοτε θνησκόντων οὐδέποτε πληροῦται. Ἡ δὲ αἰτία, δι’ ἣν αἱ Δαναΐδες κατεκρίθησαν τὴν τιμωρίαν ταύτην, οὕτως ἔχει. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ὄντες τῆς τῶν Μελαμπόδων ἐκράτουν γῆς, ἥτις νῦν Αἴγυπτος καλεῖται. Σχόντος δὲ Δαναοῦ θυγατέρας πεντήκοντα, καὶ Αἰγύπτου υἱοὺς πεντήκοντα, Δαναὸς τοὺς παῖδας τοῦ Αἰγύπτου δεδοικὼς στασιάσαντας περὶ τῆς ἀρχῆς, ἀναλαβόμενος τὰς θυγατέρας εἰς Ἄργος ἀφίκετο, κἀκεῖ κατῴκισεν. Ὕστερον δὲ οἱ τοῦ Αἰγύπτου παῖδες πρὸς Δαναὸν ἐλθόντες, τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν, καὶ τὰς θυγατέρας πρὸς γάμον λαβεῖν ἠξίουν. Ὁ δὲ μνησικακῶν αὐτοῦ περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὡς δὲ ἐκληρώσατο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. Αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν, πλὴν Ὑπερμνήστρας. Αὕτη γὰρ Λυγκέα διέσωσε, παρθένον αὐτὴν φυλάξαντα. Λέγεται οὖν διὰ τοῦτο τὰς Δαναΐδος, ἄνευ Ὑπερμνήστρας, ἐν Ἅιδου κατακριθῆναι εἰς τετρημένον πίθον ὕδωρ ἀντλεῖν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
