# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.61

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.61

Βάλλ’ εἰς Μακαρίαν: οἱ μὲν κατὰ εὐφημισμὸν ἐξεδέξαντο λέγεσθαι, ἀντὶ τοῦ, Βάλλε εἰς δειλαιότητα. Μακαρίαν γὰρ ἐν Ἅιδου χωρίον διατυποῦσιν. Οἱ δὲ τὴν Μακαρίαν θυγατέρα φασὶν Ἡρακλέους, καὶ κατὰ χρησμὸν εἰς ἑκούσιον θάνατον ἑαυτὴν ἐπιδοῦναι, κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν. Μετὰ θάνατον γὰρ Ἡρακλέους, διώκοντος Εὐρυσθέως τοὺς ἐκείνου παῖδας, καὶ πρὸς τὸν τοῦ Ἐλέου βωμὸν τῶν Ἡρακλειδῶν προςπεφευγότων, Ἀθηναῖοι μὴ ἐκδιδόντες αὐτοὺς, πρὸς Εὐρυσθέα πόλεμον ὑπέστησαν· (καὶ) χρησμοῦ δοθέντος, ἀπαλλαγήσεσθαι τῆς Εὐρυσθέως καταδρομῆς, εἴ τις τῶν Ἡρακλειδῶν πρὸς θάνατον ἑκούσιον ἐκδῷ ἑαυτὸν, ἡ Μακαρία πρὸς θάνατον ἑαυτὴν ἐξέδοτο, καὶ συμβαλόντες Ἀθηναῖοι νικῶσιν Εὐρυσθέα, καὶ πολλῶν πεσόντων, Εὐρυσθέα Ὕλλος ἀπέκτεινε παῖς Ἡρακλέους, καὶ αὐτοῦ τὴν κεφαλὴν πρὸς Ἀλκμήνην ἐκόμισεν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ. Τὸν οὖν τάφον τῆς Μακαρίας ἄνθεσι καὶ στεφάνοις τιμῶντες οἱ Ἀθηναῖοι ἐπέλεγον, Βάλλ’ εἰς Μακαρίαν. Τὸ μὲν οὖν πρῶτον ἐπὶ τῶν κατ’ ἀρετὴν διδόντων ἑαυτοὺς εἰς θάνατον ἡ παροιμία ἐλέγετο· ὕστερον δὲ καταχρηστικῶς ἐπὶ πάσης ἀφοσιώσεως.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
