# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.62-67

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 2.62 to 2.67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.62

Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων καὶ ἀνάνδρων. Βάκηλος δὲ κυρίως λέγεται ὁ ἀπόκοπος. Βυζίνη παῤῥησία; ἐπὶ τῶν σφόδρα πεπαῤῥησιασμένων. Ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου. Βίος ἐξηυλημένος: ἐπὶ τῶν ἀχρήστων· ἐκ μεταφορᾶς τῶν ἀρχείων αὐλῶν, Βοιώτιος νόμος: ἐπὶ τῶν τὰς μὲν ἀρχὰς ἠρεμούντων, ὕστερον δὲ τοῖς κακοῖς ἐπιτεινόντων, ὡς φησὶ Σοφοκλῆς· Ὅταν τις ᾄδῃ τὸν Βοιώτιὸν νόμον. Εἴρηται δὲ ἡ παροιμία, παρόσον Βοιωτοὶ πρότερον βίον ἄλυπον καὶ ἤρεμον ἔχοντες, μετὰ τελευτὴν Λαΐου πολλοῖς κακοῖς περιέπεσον. Βοῦθος περιφοιτᾷ: ταύτης μέμνηται Κρατῖνος ἐν Χείρωσι. Τέτακται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου μετενεχθεῖσα. Βούνας δικάζει: αὕτη λέγεται ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὥς φησι Μνασέας· τούτῳ δὲ Ἡλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι ἐπέτρεψαν τὴν δίκην, νομίσαντες ἀναμένειν ἕως ἂν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμφοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
