# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.68

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.68

Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων, ἐκ μεταφορᾶς τῆς Σφιγγός. Παρόσον Θηβαίοις ἡ Σφὶγξ αἰνίγματα προύθηκεν· Τετράπους, δίπους, καὶ πάλιν τρίπους. Ὅπερ ἐφευρὼν Οἰδίπους, τὴν τοῦ πατρὸς βασιλείαν εἴληφε, καὶ τὴν ἰδίαν μητέρα ἔγημεν ἀγνοῶν. Λαΐῳ γὰρ τῷ Θηβῶν βασιλεῖ χρηστηριαζομένῳ περὶ γενέσεως. ἀῤῥένων παίδων ἀνεῖλεν ὁ θεός· Λάϊε Λαβδακίδη μὴ σπεῖρε τεκνων ἄλοκα δαιμόνων βίῃ· κτενεῖ γάρ σ’ ὁ φύς. Ἐπιλαθόμενος δὲ τοῦ χρησμοῦ Λάϊος συνῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰοκάστῃ. Ὡς δὲ ἤσθετο παιδίον ἄῤῥεν ἐξ αὐτῆς γεννηθὲν, τὸν χρησμὸν ἐννοήσας, τὰ τούτου σφυρὰ διἔτρησε, καὶ εἰς ὄρος ἐξέθετο. Βουκόλος δέ τις παριὼν καὶ τὸ βρέφος ἀνειληφὼς, τῇ ἰδίᾳ γυναικὶ ἀπεκόμισεν. Ἡ δὲ τὰ σφυρὰ τοῦ παιδὸς θεραπεύσασα, Οἰδίπουν αὐτὸν καλεῖ· τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. Τελειωθεὶς δὲ Οἰδίπους, καὶ τῶν ἡλίκων ἐπὶ ῥώμῃ διαφέρων, κατὰ φθόνον ὠνειδίζετο ὑπόβλητος εἶναι. Ἀφικόμενος οὖν εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων, καὶ χρήσαντος τοῦ θεοῦ πρὸς τὴν πατρίδα μὴ πορεύεσθαι, τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι, νομίσας ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι, πρὸς Θήβας ἠπείγετο, καὶ συντυχὼν Λαΐῳ ἐφ’ ἅρματος ὀχουμένῳ, κελεύοντος τοῦ κήρυκος κοιράνοις ἐκποδὼν μεθίστασθαι, μὴ πειθόμενος παρὰ τοῦ ἡνιοχοῦντος τῷ πατρὶ ἐτύφθη· ὀργισθεὶς δὲ καὶ τὸν ἡνίοχον καὶ τὸν Λάϊον ὑπερμαχοῦντα τοῦ ἡνιόχου ἀπέκτεινεν. Ἐλθὼν δὲ εἰς Θήβας, καὶ τὴν βασιλείαν ἐφευρὼν Λαΐου γέρας προκειμένην σὺν τῇ γυναικὶ Ἰοκάστῃ τῷ λύσοντι τὸ αἴνιγμα τῆς Σφιγγὸς, τοῦτο λύσας τὴν τοῦ πατρὸς βασιλείαν παραλαμβάνει, καὶ τῇ μητρὶ προςομιλεῖ ἀγνοῶν, ἐξ ἧς Ἐτεοκλέα καὶ Πολυνείκην ἐγέννησεν. Ὕστερον δὲ παρὰ τῆς μητρὸς ἀναγνωρισθεὶς, ἑαυτὸν ἐτύφλωσεν· Ἰοκάστη δὲ τῶν τειχῶν τῆς πόλεως ἑαυτὴν ἀνήρτησεν.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
