# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.7-16

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 2.7 to 2.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/2.7

Ἀπὸ βαλβῖδος: οἷον ἀπ’ ἀρχῆς χρὴ ἀγαθὸν εἶναι, ἢ τεχνίτην, ἢ κοινῶς ἐπὶ πάντων. Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτης: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν. Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυςκόλων περιγινομένων. Ἀττικὸς εἰς λιμένα: ἡ παροιμία ἐστὶ ἐπὶ τῶν [ἐν τοῖς λιμέσι] τὴν ἀνδρείαν ἐπιδεικνυμένων. Οἱ γὰρ Ἀττικοὶ ναῦται ὁπότε καταπλέοιεν οἴκαδε, προθυμότερον ἤλαυνον τοῖς οἰκείοις ἐπιδεικνύμενοι. Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί; αὕτη κατὰ τῶν ἀχαρίστων λέγεται. Φασὶ δὲ αὐτὴν ὑπὸ Μαίσωνος τοῦ Μεγαρέως πεποιῆσθαι. Ἁλώνητον ἀνδράποδον: ἶσον τῷ, βάρβαρον καὶ εὐτελές. Εἰς τὴν μεσόγειον γὰρ ἀναβάντες οἱ ἔμποροι ἐκόμιζον ἅλας, ἀνθ’ ὧν τοὺς οἰκέτας ἐλάμβανον. Ὅθεν καὶ ὁ κωμικὸς φησί· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος. Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων πολλά. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηναῖος προθύμως ἐπαγγελλόμενος. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: αὕτη παραπλήσιόν τι λέγει τῷ Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ἁλιεὺς γὰρ, ὡς φασὶ, τοὺς ἁλισκομένους ἐν τῷ λίνῳ ἰχθῆς μετεχειρίζετο, καὶ πληγεὶς ὑπὸ σκορπίου, ἔφη, Πληγεὶς νοῦν οἴσω, καὶ ταῖς χερσὶν οὐκέτι τῶν νεσθηρεύτων ἰχθύων ἥπτετο. Μέμνηται αὐτῆς Σοφοκλῆς. Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. Μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσσήνιος. Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ: ἐν Κύκλωπι δράματι Πολύφημος οὕτως πρὸς Ὀδυσσέα λέγει, ὅθεν εἰς παροιμίαν περιέστη.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
