Ancient Greek
3.1 to 3.7
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.1-7
Not analysed yet
Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τοῦ ἀδυνάτου, Παρεγγυᾷ δὲ, ὅτι μὴ δεῖ τοῖς παρηβηκότας προάγειν εἰς τὰ τῶν ἀκμαζόντων ἔργα. Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον τῶν ἑταίρων ἀγαπώντων. Φασὶ γὰρ ὅτι ἐν τῷ κατὰ Χαιρώνειαν πολέμῳ ἰδόντα τινὰ ἀνεψιὸν καὶ ἀδελφὸν καταπονουμένους, ὑπερασπίσαι τὸν ἀδελφὸν, εἰπόντα τὸ προκείμενον. Γελλὼ παιδοφιλωτέρα: ἐπὶ τῶν ἀώρως τελευτησάντων, ἤτοι ἐπὶ τῶν φιλοτέκνων μὲν, τρυφῇ δὲ διαφθειρόντων αὐτά. Γελλὼ γάρ τις ἦν παρθένος, καὶ ἐπειδὴ ἀώρως ἐτελεύτησε, φασὶν οἱ Λέσβιοι αὐτῆς τὸ φάντασμα ἐπιφοιτᾶν ἐπὶ τὰ παιδία, καὶ τοὺς τῶν ἀώρων θανάτους αὐτῇ ἀνατιθέασι. Μέμνηται ταύτης Σαπφώ. Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ τὸ γῆρας ἐμπειροτέρων. Εἵλκυσται μέντοι ἐκ τῶν Σόλωνος ἐλεγείων. Γραῶν ὕθλος: ἐπὶ τῶν μάτην ληρούντων. Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων, ἐπειδὴ τὸ ζῶον πάνυ ἐπιχωριάζε τοῖς Ἀθηναίοις. Δαιδάλεια ποιήματα: οἱ μὲν ἐπὶ τῶν παραδόξων ἔργων, οἱ δὲ ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας φασὶν εἰρῆσθαι τὴν παροιμίαν· ἐπειδὴ τῶν παλαιῶν δημιουργῶν πλαττόντων τὰ ζῶα τυφλὰ, ὁ Δαίδαλος καὶ τοὺς ὀφθαλμοὺς αὐτοῖς ἀνεπέτασεν, ὡς καὶ δόξαν κατασχεῖν ὅτι καὶ ἔμψυχά ἐστι καὶ κινοῦνται καὶ φθέγγονται. Φασὶ γοῦν τινὰ τῶν δαιδαλουργῶν ἀνδριάντων δεδέσθαι τοῦ ποδὸς, ὡς μὴ ἀποδράμοι.