# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.14

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/3.14

Δαυλίαν κορώνην: ἀντὶ τοῦ ἀηδόνα. Δαυλία δὲ ἐλέχθη διὰ τὸ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίδι τῆς Φωκίδος συστῆναι· οἱ δὲ, ὅτι περὶ τὴν Δαυλίαν καταλαμβανόμεναι αἱ περὶ τὴν Πρόκνην μετέβαλον εἰς ὄρνιθας· ἔνιοι δὲ τὴν δασεῖαν ἀκούουσι· δαυλὸν γάρ ἐστι τὸ δασύ. Τὰ δὲ περὶ τὸν Τηρέα καὶ τὴν Πρόκνην οὕτως ἔχει· Πανδίων θυγατέρας ἐσχηκὼς δύο, Πρόκνην καὶ Φιλομήλαν, ἠγάγετο νυμφίον ἐπὶ τῇ Πρόκνῃ τὸν Τηρέα· ὁ δὲ τῆς Φιλομήλας ἐρασθεὶς καὶ βιασάμενος αὐτὴν, ἵνα μή τινι τὸ γεγονὸς ἐξείπῃ, τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν. Ἐκείνη δὲ πέπλῳ ὑφάνασα γράμματα, διὰ τούτων ἐμήνυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. Μαθοῦσα τοίνυν ἡ Πρόκνη τὰ συμβάντα τῇ Φιλομήλᾳ, Ἴτυν ἀπέκτεινεν, ὃν εἶχε παῖδα ἐκ Τηρέως, καὶ αὐτῷ παρατίθησι τὰ τοῦ παιδὸς μέλη εἰς βρῶσιν. Γνοὺς δὲ τὸ γεγονὸς ὁ Τηρεὺς Πρόκνην καὶ Φιλομήλαν ἀπ’ αὐτοῦ φευγούσας ἐδίωκεν. Αἱ δὲ καταλαμβανόμεναι ηὔξαντο ἀφανεῖς γενέσθαι καὶ μετεβλήθησαν, Πρόκνη μὲν εἰς ἀηδόνα, Φιλομήλα δὲ εἰς χελιδόνα. Ὅθεν ἔτι καὶ νῦν αἱ χελιδόνες τετμημένας τὰς γλώσσας ἔχουσι· Τηρεὺς δὲ εἰς ἔποπα μεταβληθεὶς Ἴτυν εἰς δεῦρο θρηνεῖ.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
