Ancient Greek
3.15 to 3.31
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.15-31
Not analysed yet
Δευτέρων ἀμεινόνων: παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερον ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν. Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν· ἴσως παρὰ τὴν στάσιν. Δικτύῳ ἄνεμον θηρᾷς; ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τὸ ποιούντων. Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων. Διὰ μαχαιρῶν καὶ πυρὸς ῥίπτειν δεῖ; ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων. Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων. Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτην γάρ φασι φεύγοντα κατελθεῦν βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφήν· οὐκ ἔχειν δὲ φάσκοντος ἐκείνου, ἄραντος δὲ βῶλον δοῦναι αὐτῷ· τὸν δὲ λαβόντα φάναι, Δέχεται καὶ βῶλον Ἀλήτης. Διπλοῦς ἄνθρας: τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. Ὅθεν ἐπίγραμμα, Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα, χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις. Δις ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος: ἐπὶ τῶν κολάσεως ἀξίων. Παρόσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. Δίχολοι γνῶμαι: παρὰ τὸ διχῇ ἰδιότροποι, κατὰ μετάληψιν. Χόλος γὰρ ἡ ὀργὴ, ὀργή δὲ τρόπος. Βακχυλίδης, Ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι. Δόρυ καὶ κηρύκιον: παροιμία, ἣν ἔνιοι πειθανάγκην λέγουσιν. Εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκιον. Δραχμὴ χαλαζῶσα: ἐπὶ Διοφάντου τὸ θεωρικὸν ἐγένετο δραχμή· ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε ἀπὸ τοῦ ἀέρος, χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον. Δίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον: ἐπὶ τῶν δεύτερον τοῖς αὐτοῖς περιπιπτόντων. Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηται. Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων.