# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.32-43

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 3.32 to 3.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/3.32

Δειλότερος εἶ τοῦ παρακύπτοντος: ἐπὶ τῶν σφόδρα δειλῶν. Ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλὸς, ὥστε διὰ φόβον Ἡρακλέους κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. Παρακύψας γὰρ ἐκ τοῦ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα, ἀπελιθώθη καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδὴς τὴν κεφαλὴν ὑπερέχων τοῦ σπηλαίου. Δὶς καὶ τρὶς τὸ καλόν; ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν. Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. Διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ πολὺ διῆκον. Οὕτως οὐ μακρὰ καὶ διωλύγιος φλυαρία Πλάτων. Δειλὸν ὁ Πλοῦτος: παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς ἑαυτῶν ποιοῦνται φυλακάς. Δεξιὸν εἰς ὑπόδημα, ἂριστερὸν εἰς ποδόνιπτρον: ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων. Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. Πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ ἔχειν. Δουλότερος Μεσσήνης: ἐπειδὴ πολλάκις ἀποστάντας τοὺς Μεσσηνίους ἐδουλώσαντο οἱ Λακεδαιμόνιοι καὶ ἐχρῶντο αὐτοῖς χαλεπώτερον ἢ τοῖς ἄλλοις δούλοις. Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ [ἐπὶ τῶν] μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος. Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παροιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησὶ, τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι. Δῶρον δ’ ὅ τι δῷ τις ἐπαίνει: αὕτη κόμμα ἐστὶ χρησμοῦ τοῦ δοθέντος Μυσκέλλῳ τῷ Ῥυπὶ, καθ’ ὃν δὴ χρόνον Κρότωνα οὐκ ἐβούλετο οἰκίζειν, [ἀλλὰ] Σύβαριν, ὥς φησιν Ἵππυς ἐν τῷ περὶ χρόνων: Φησὶ δὲ οὕτως ἔχειν τὸν χρησμόν· Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλα ματεύων οὔδ’ ἅλα θηρεύσεις· δῶρον δ’ ὅ τι δῷ τὶς, ἐπαίνει. Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων,

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
