Ancient Greek
3.61 to 3.73
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.61-73
Not analysed yet
Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν ἀγελάστων καὶ συνωφρνωμένων. Φασὶ γὰρ τοὺς εἰς Τροφωνίου καταβαίνοντας ἀφαιρεῖσθαι τὸν γέλωτα. Ἐκτὸς πηλοῦ πόδας ἔχεις: ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων· οἷόν ἐστι καὶ τὸ, Ἔξω βέλους. Ἐν ὅλμῳ εὐνάσω: οἱ μὲν Ὅλμον μάντιν φασίν· οἱ δὲ, τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι, ὅθεν καὶ παροιμίαν γενέσθαι. Καὶ Ἀριστοφάνης ὁ γραμματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμηθέντες μαντικοί· καὶ τοὺς τρίποδας τοῦ Ἀπόλλωνος ὅλμους καλεῖσθαι, καὶ Ἀπόλλων ὑπὸ Σοφοκλέους ἔνολμος. Ἐν πέντε κριτῶν γούνασι κεῖται: παροιμιῶδες, οἷον, ἐν ἀλλοτρίᾳ ἐξουσίᾳ εἰσίν. Εἴρηται δὲ ἡ παροιμία’, παρόσον πέντε κριταὶ τοὺς κωμικοὺς ἔκρινον, ὥς φησιν Ἐπίχαρμος. Σύγκειται οὖν παρὰ τὸ Ὁμηρικὸν, Θεῶν ἐν γούνασι κεῖται. Ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα γράφέται. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνω: παροιμία ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μειζόνων. Ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχειροίη. Δικαίαρχος δέ φησιν ἕτερόν τι δηλοῦν τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς ὁμοίοις ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ τῆς νηὸς καὶ ἡνίοχος ἐπὶ τῶν ἵππων. Ἐλάφειος ἀνήρ: ἐπὶ τοῦ δειλοῦ, ἐκ μεταφορᾶς τοῦ ζώου. Δειλὸν γὰρ ἡ ἔλαφος. Ἐλέφας μῦν οὐχ ἁλίσκει: ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων. Ἐλέφαντα ἐκ μυίας ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγαλοποιούντων. Λουκιανὸς Μυίας ἐγκωμίῳ· Μὴ καὶ δόξω, κατὰ τὴν παροιμίαν, ἐλέφαντα ἐκ μυίας ποιεῖν. Ἐλεύθεραι αἶγες ἀρότρων: ἐπὶ τῶν βάρους τινὸς ἢ κακῶν ἀπηλλαγμένων. Ἔνεστι κἀν μύρμηκι χολή: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν. Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές. Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ἔνεισιν ἐν δειλοῖσι κἄνανδροι λόγοι: ὅτι φησὶ καὶ οἱ λόγοι ταῖς ψυχαῖς συσχηματίζονται καὶ τυποῦνται.