# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.74-84

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 3.74 to 3.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/3.74

Ἐν ἅλῳ δρασκάζεις: ἀντὶ τοῦ, ἐν ἅλῳ κρύπτῃ. Ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόσον περίοπτὸς ἐστιν ἡ ἅλως. Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐγχειρούντων πράγμασιν. Ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους. Ἐνδυμίωνος ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων. Ἐνδυμίωνος γὰρ κάλλει διενεγκόντος ἠράσθη Σελήνη, καὶ Ζεὺς αὐτῷ δίδωσι ταύτης αἰτησαμένης ὃ βούλεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διαπαντὸς ἀθάνατος καὶ ἀγήρως μένων. Ἐκ τούτου τὴν προυμίαν γενέσθαι φασί. Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. Τοιαύτη δὲ ἐστὶ καὶ ἡ λέγουσα· Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς. Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς. καί· Ἐν γὰρ ἀμούσοις Καὶ κορυδὸς [κύκνου] φθέγγετ’ [ἀοιδότερος.] Ἐν τριόδῳ εἰμί: ἐπὶ τῶν ἀδήλων πραγμάτων. Ἐπειδὴ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδε ποίᾳ χρήσεται ὁδῷ. Ἐντὸς ἑβδόμης: ἀπείρητο Ἀθήνησι στρατιὰν ἐξάγειν πρὸ τῆς τοῦ μηνὸς ἑβδόμης. Ἐπακτὸς ὅρκος: οὐκ ἐγχώριος, ἀλλ’ ἀπὸ ξένης ἐπηγμένος· ἢ ὃν ἕτερος ἐπάγει, οὐκ αὐθαίρετος. Ἐπειοῦ δειλότερος: οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός· ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερος φανῆναι· καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν. Ἐπὶ τὰ Μανδραβόλου: αὕτη τέτακται κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί. Ὁ γὰρ Μανδράβολος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ, [τὸ πρῶτον] πρόβατον χρυσοῦν ἀνέθηκε τῇ Ἥρᾳ· τῷ δὲ δευτέρῳ ἔτει ἀργυροῦν, καὶ τῷ τρίτῳ χαλκοῦν. Ἐρεβίνθινος Διόνυσος: παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων. Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδικασθῇ.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
