# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.85

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/3.85

Ἑρμώνειος χάρις: Πελασγοί τινες τὴν Λῆμνον οἰκοῦντες ἦλθον ἐν νανσὶν ἐς Βραυρῶνα τῆς Ἀττικῆς, καὶ τὰς γυναῖκας ἐκεῖθεν ἥρπασαν. Λοιμῷ δὲ περιπεσόντες προςετάχθησαν δίκας διδόναι τοῖς Ἀθηναίοις, καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ λοιμοῦ. Κελευόντων δὲ τῶν Ἀθηναίων ἐκλιπεῖν τὴν Λῆμνον εἶπον οἱ Πελασγοὶ, εἴ τις αὐθημερὸν Ἀθήνηθεν Βορέᾳ χρησάμενος καταπλεύσειεν εἰς τὴν Δῆμνον, ἐκστήσονται τῆς χώρας αὐτῶν. Ὕστερον δὲ Δαρείου τοῦ Πέρσου περὶ Θράκην ὄντος καὶ πάντα χειρουμένου τὰ πέριξ, Μιλτιάδης Ἀθηναῖος ἐκ τῆς Χεῤῥονήσου ἀφεὶς ἐς τὸ πέλαγος καταλαμβάνει τὴν Λῆμνον, καὶ πρὸς τοὺς Πελασγοὺς ἔφη, Βορέᾳ χρησάμενος αὐθημερὸν ἥκειν. Ἕρμων δὲ βασιλεύων τῶν Πελασγῶν ἐξέστη τῆς χώρας, τῇ μὲν ἀληθείᾳ τοῦ Δαρείου τὴν δύναμιν φοβηθεὶς, προςποιησάμενος δὲ ἑκὼν διδόναι τοῖς Ἀθηναίοις τὴν χάριν. Εἴρνται οὖν ἡ παροιμία ἐπὶ τῶν κατὰ ἀνάγκην τισὶ προςποιουμένων χαρίζεσθαι.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
