Ancient Greek
3.9 to 3.13
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.9-13
Not analysed yet
Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον: ἀνάγκη γὰρ καὶ θεοὺς βιάζεται. Καὶ Πλάτων φησὶν, Ἀνάγκην δὲ οὐδὲ θεός ἐστι δυνατὸς βιάζεσθαι. Δακτύλου ἡμέρα; ἐπὶ τῶν εὐημερούντων, Δάκτυλος γάρ τις ἀνὴρ γέγονεν Ἀθηναῖος, μεγίστων λαχὼν τιμῶν. Δάτος ἀγαθῶν: πόλεως ὄνομα ἣν ἀπῴκησαν Θάσιοι· ἐφ’ ᾖ καὶ παροιμία ἐλέχθη, Δάτος ἀγαθῶν, ὡς οὔσης καλλίστης· ἔχει δὲ καὶ χρύσεα μέταλλα καὶ ἔστιν εὐδαίμων. Δαφνίνην φορῷ βακτηρίαν: τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι· παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην.