Ancient Greek
4.1 to 4.2
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.1-2
Not analysed yet
Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν παίδων στερίσκεσθαι. Εἴρηται οὖν ἐπὶ τῶν ἑαυτοῖς τὰ κακὰ ἐπισπωμένων ἡ παροιμία. Εἴ τι κακὸν, εἰς Πύῤῥαν: φασὶν ὅτι οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. Ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι, καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, Εἴ τι κακὸν, εἰς Πύῤῥαν.