# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.18-22

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 4.18 to 4.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.18

Ἢ κρίνον ἢ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον· ἄδηλον δὲ, εἰ οἴσει καρπόν. Ἔταττον οὖν τὸ μὲν κρίνον οἱ ἀρχαῖοι ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Μέμνηται ταύτης Δίφιλος λέγων· Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον. Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν; τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει, Ὅθεν ἡ παροιμία. Ἓτεροι δὲ ἐπὶ τῶν ἀρχομένων ὁρμᾶν ἐπί τι πρᾶγμα, στραγγευομένων δέ, Φασὶ δὲ αὐτὴν Τερψίωνος εἶναι. Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἱστορεῖ Δίδυμος, ὅτι Ἀμαία μὲν ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη. Ἀπὸ γοῦν τῆς ἱστορίας ἡ παροιμία προήχθη. Λέγεται δὲ ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων. Πλούτωνος γὰρ Περσεφόνην ἁρπάσαντος ἡ Δημήτηρ ἀνὰ πᾶσαν τὴν γῆν περιῄει ταύτην ζητοῦσα. Ἡλιθιώτερος τοῦ Πραξίλλης Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὡς φησὶ Πολέμων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰςάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκει, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους. καὶ μἠλα. Ὅθεν εἰς παροιμίαν προήχθη ὁ λόγος. Ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους. Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέγουσι τὴν ἐπισπωμένην τὸν σίδηρον. Οἱ δὲ ἑτέραν, παραπλήσιον ἀργύρῳ. Κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας, τῆς ἐν Λυδίᾳ πόλεως.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
