Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.23
Not analysed yet
Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι: ἡ παροιμία παρὰ Φερεκράτει ἐν τοῖς Μυρμηκανθρώποις. Κεῖται δὲ ἐπὶ τῶν ἀποκινδυνευόντων. Τὸ μὲν γὰρ τρὶς ἓξ, τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ ὡς νῦν, δύο. Ἔστι δὲ ὁμωνυμία. Κύβον γὰρ ἔλεγον ἰδίως αὐτὸν τὸν ῥιπτούμενον, ὅτε πλήρης ἐστὶ καὶ μή. Τοὺς δὲ κύβους τοὺς τοιούτους οἱ Ἴωνες καλοῦσιν Οἴνας καὶ τὴν παροιμίαν οὕτως ἐκφέρουσιν, Ἢ τρὶς ἓξ ἢ τρεῖς οἶναι.