# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.24-28

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, 4.24 to 4.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.24

Ἡ Φανίου θύρα: ὁ Φάνιος, ὡς φασὶν, ἐγένετο ὀβολοστάτης, ἄλλως δὲ τυφλός. Ὑπανοίγοντος δὲ τοῦ παιδὸς αὐτοῦ τὰ ταμεῖα καὶ τὴν θύραν, ἣν ἐκεῖνος ἰσχυρὰν ἐνόμιζεν εἶναι, τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν. Ἡ ἀφύα πῦρ: ἐπὶ τῶν ὀξὺ λαμβανόντων τέλος ἡ παροιμία εἴρηται. Παρόσον ἡ ἀφύη (ἔστι δὲ ἰχθὺς) ἰδοῦσα τὸ πῦρ μόνον ἕψεται, οὕτως οὖσα τρυφερά, Ἡράκλειος νόσος: Δικαίαρχος φησὶ τὴν ἱερὰν νόσον Ἡράκλειον ὀνομάζεσθαι. Εἰς ταύτην γὰρ ἐκ τῶν μακρῶν πόνων περιπεσεῖν φασὶ τὸν Ἡρακλέα. Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν παράλογα δοκούντων πράττειν εἴρηται ἡ παροιμία. Ὁ Θάμυρις πολλῶν ἐπὶ κάλλει διενεγκὼν, ἤρξατο πρῶτον ἐρᾶν ἀῤῥένων. Ἀσκήσας δὲ χιθαρῳδίαν, ταῖς Μούσαις ἤρισε, συνθέμενος πρότερον, εἰ μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· εἰ δ’ ἡττηθῇ, στερηθήσεσθαι ὧν ἂν ἐκεῖναι θέλωσιν. Ὑπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι, καὶ τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας ἐστέρησαν. Θᾶττον ἢ Βούτης: τῶν ἐπὶ τῇ στοᾷ μαχομένων τὶς ἦν ᾧ ἐπεγέγραπτο Βούτης, οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμὸς· τὰ δὲ λοιπὰ μέρη ἐδόκει ὑπὸ τοῦ ὄρους, ἐφ’ οὗ ἐβεβήκει, κρύπτεσθαι, διὰ τὸ προκεῖσθαι αὐτοῦ. Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων. Καὶ γὰρ καὶ ὁ Βούτης ῥᾳδίως κατεσκευάσθη, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γεγραμμένου.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
