# Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.3

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, Centuria 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zenobius-sophista/text/4.3

Εὐγενέστερος Κόδρου: ὁ Κόδρος Μελάνθου υἱὸς ἦν· Μέλανθος δὲ ἕκτος ἀπὸ Νηλέως, οὗ καὶ Νεστωρ. Οὗτος ἐκπεσὼν τῆς Μεσσήνης ἦλθεν εἰς τὰς Ἀθήνας, καὶ μονομαχήσας πρὸς Ξάνθον τὸν Βοιωτὸν, βασιλεύοντα τῶν Ἀθηναίων, νικήσας ἐβασίλευσε τῶν Ἀθηναίων, καὶ Κόδρῳ τῷ υἱῷ τελευτήσας τὴν βασιλείαν κατέλιπεν. Ὁ δὲ Κόδρος οὗτος ἐν τῷ πρὸς Δωριέας πολέμῳ ἑκὼν ὑπὲρ τῆς χώρας ἀποθνήσκει. Προείρητο γὰρ ὑπὸ τοῦ θεοῦ τοῖς Ἀθηναίοις νικήσειν, εἴ γε τελευτήσειεν ὑπὸ τῶν Δωριέων ὁ βασιλεὺς αὐτῶν. Ἀποθανὼν δὲ ἐγκατέλιπε παῖδας δύο, Μέντορα καὶ Νηλέα. Ὁ μὲν οὖν Μέντωρ ἀντ’ αὐτοῦ ἐβασίλευσεν· ὁ δὲ Νηλεὺς ἡγεμὼν τῆς εἰς τὴν Ἀσίαν ἀποικίας ἐγένετο.

---

Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον, ed. Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0098.tlg001.local001/.
